Φεῦ μεγάλη, μοῖρ ', ἐστι τεὴ ϑνητοὺς ἀπολεῖσϑαι
Λύσσα, τοι αἴ κραδίη γίγνεται ὀξυτέρη.
Δειλῶν θ' αἷμα βροτῶν, καὶ ἔγκατα πάντα λαφύσσειν
Ἄφνω, σοι ἦτορ γίγνετα οὐλόμενον.
Τοὔνεκα ἀνθρώποισιν ἐφ 'ἡμέρῃ, ἠδ' ἐπὶ νυκτί
Αὐτομάτως φοιτᾷς πάντας ὀλοῦσ 'ἐπὶ γῆς.
Ἄνδρας γὰρ σφάττεις σὺ ὁμῶς ἀφάτους τε φαλούς τε,
Ὄλβιος ἂν ϑνήσκει ὡς ὁ ἄνολβ (ι) ος ἀνήρ.
Ἀνϑρώπων κρατέεις, καὶ σοι πείϑονται ἄνακτες:
Χρὴ σέοθεν πάντας πῆμα, πάθημα παθεῖν.
ἠδὲ δόμους κρατερῶν χαίρεις κατέχεσθαι ἀνάκτων
καὶ αὐτοῖς ῥέζειν πολλάκι πολλὰ κακὰ.
Πότμε κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων
πολλ' Αρνστορβείῃ γαίῃ ὄρωρας ἄχη.
Εὐφϑόγτοιο λύρης, κιθάρης τε καὶ αὐλητῆρος
παυσάμεθ ', αἴ πένθους πλήρεα πάντα πέλει.
Κάτθανεν ἤδη ὅτ' Αρνστορβείᾳ ἐπὶ χθονὶ ἥρως,
ποικίλα δὴ σοφίης ἔργα ἑπιστάμενος.
Κάτθανε Ρειβνίτιος μέγα Αρνστορβείου ἔρεισμα
Λαοῦ ἀργαλέη τειρομένου πενίῃ.
Κάτθανεν, ὃς ϑεὸν ἐζήτησε, χ 'αἵμα πρὸς ἁπάντων
δόξαν ἔχειν ἀγαθὴν, οἷσιν ἄναξ ἔθελεν.
A 2Ἔμ -[4]Ἔμμεναι ἠδὲ γλυκὺς καλοῖσι, κακοῖσι δὲ πικρίς,
Τοῖσι μὲν αἰδοῖος, τοῖσι δὲ δεινὸς ἰδεῖν.
Τὸν δ 'ὀλοφύρονται πολλοὶ κλειτῶν δὲ ἀγαυά
Ρειβνιτίων χαλεπῷ φῦλα κέκεδε πόθῳ.
Ναὶ ἀδάμαντος ἔχεις, ϑάνατος, κρατερόφρονα
Πτώματι Ρειβνιτίου ἐν φρεσ' ἰαινόμενος. (ϑυμόν,
Πάλλειν καὶ σφάλλειν μιν, οὗ ἂν κλέος οὔποτ 'ὀλεῖται,
Σοῦ κραδίην τέρπεις δειλὰ χαριζομένην.
Ἀλλὰ παρ' ἀγτελιοῖο χοροῦ σὺ ἐνίσπῃ, ὄλεϑρε,
Σεῖο ἐς ἀνϑρώπους καὶ μεγάλη δύναμις.
Οἱ γὰρ ἐλήφαντ 'ἐκῥεθέων ψυχὴν ἐς ὄλυμπον,
Ρειβνιτίου, ζωὴν ἀθάνατον διάγειν.
Εὔφρονα πίστιν ὅταν ζάθεοις ἐπεεσσι πιθήσας
Ἐζήτουν, καὶ ἁδεῖν χριστῷ ἀλεξικάκῳ.
Ἀυτόματος δὲ ἐπεὶ Ρειβνιτίῳ ἐξύχῳ ἄλλων
Νοῦς φοίτησαν, κεῖνος ἔλεξε τάδε.
Α δὴ ἀτασϑαλίη τί ἐμοῖσι καθημένη ὤμοις
Σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον.
Α δ' ἔτεκε〈…〉〈…〉 καὶ κῆρα μέλαιαν,
〈…〉〈…〉 δειλ 'ἄμμων, κ' ἀλγινόεντα πόνον.
〈…〉〈…〉πολλὰ ϑεῷ ἠρήσατο χεῖρας ὀρεγνύς,
Κεῖνα ἔπη αὐου ἦλθε διὰ στόματος.
Χριστὲ ἄκος μερόπαν σόον, ἔμμεναι οὐκ ἀπολέσϑαι,
Ὅς λαόν βούλει, νοῦσον ἄλαλκε κακήν.
Κῆρα[5]Κῆρα ἄλαλκε κακὴν, ἀπαρυκ 'ἀπὸ σώματος ἄλγος
Δοὺς χρηστὴν ψυχαῖς, ϑέσκελον ᾆσμα, τροφήν
Κλῦϑί μοι εὐχομένῳ, καὶ δὸςπερὶ πάντα ἀγαυήν.
Νυνὶ παρηγορίην ἡσυχίηντε καλήν.
Ἔπραξ', ἠδὲ μέτρον ζωῆς, καλὲ χριστὲ, τέλεσσα
Ἐν χϑονὶ ἀργαλέη, ἥν μοι ἔδωκας ἔχειν.
Ἄρτι τεοῖς ἐπέθην μου πάντ 'ὀφλφήματα ὤμοις,
Παύσομαι οὖν καμάτου, οἰζύος ἠδὲ κακῆς.
ὡς ἔφατ', οὐδ 'ἀπίθησε λέγοντι ταληθῆ ἰησοῦς;
ἤλυθεν ἀχθομένῳ αἶψα πόνοιο λύσις.
Νούσου ἐπεὶ τέλεσεν Ρειβνίζιος ἀτρέμα ἆθλον,
αὐτίκα δὴ κεῖται πολλῇ ἐν ἡσυχίῃ.
Αὐτὸς ἄφαρ μὲν ἔλειψ' ἐρατὸν φάος ἠελίοιο,
αὐτὰρ ἐν οὐλύμπῳ λεύσσει ἄμεινον ἀεὶ.
Τοῦ μὲν ἔχεις σῶμα; ψυχὴ δὲ ἄημα ϑεοῖο
οὐκ ἦλθ 'ἐς κρυερὸν φῶρον ἀποφϑιμένων.
Βουλῇ ἀλλὰ ϑεοῦ πολυολβοτάτοιο ἐκλήθη
Ἐκ χθονὸς οὐρανίου εἰς τὰ ϑέατρα δόμου.
Νῦν ζῇ σὺν μακάρεσσιν ἀτάρβητος καὶ ἀπήμων,
οὐδεμία μνήμη γίγνεται, ἔνθα κακῶν,
Εἰσότε ὁ χριστὸς κρίνεσϑαι ἕκαστον ἱκάνει
Ἐν μεγάλῃ δυνάμει, πᾶσι δίκην δικάσων.
Αὐτὸς, ἵταν μαλερῷ τε πυρὶ χθὼν πᾶσα νεμεῖται,
Ζεύξει ἔτι ψυχὴν σώματι Ρειβνιτίου.
A 3καὶ[6]Καὶ μετὰ αὐτοῦ ἀεὶ ἔσεται ἀχέων δίχα πάντων,
Χ 'ἵξεται ἐκ ϑανάτου ἐς βίον ἀμβρόσιον.
Τοὶ δ' ἀγορεύσει, ὄλεθρε, ἀριζήλῳ τινὶ μύθῳ
πικρὰ λίνη ἔλαβες πῶς πτερόεντα βέλη;
Μὴ σύ γε, ὃν καλέουσι βροτῶν φάγος ἐσσὶ ἀλιτρός,
Μικρὰν μὲν τιμὴν σῆς κακότητος ἔχων.
Μὴ λίην ἐπίφαινε βροτούς γὰρ ἔτ 'οὐχ αἱρήσεις
Ἐκλεκτοὺς ἀγαθοῖς ἔργμασι πειθομένους.
Ἀτρέμα ὦ ϑάναθ' ἧσο, καὶ ἄλλων μῦθον ἄκουε
Ἄφνω, οἵ πάντως φέρτεροί εἰσι σέο.
Ἦ γὰρ κεν δειλὸς καὶ οὐ κρατερὸς καλεοίμην.
οὐδὲ βροτῶν μερόπων ποικιλόδορος ἄναξ.
Εἰ δή σοι πᾶν ἔργον ὑπείξομαι, ὦ μέγ 'ἀναιδές,
ὃς τέκας οὐλομένην πᾶσιν ἀμηχανίην.
Χερσὶν γοῦν κρατερῇσιν ἐγώγε μαχήσομαι ἤδη
Σοι καὶ τῷ ἄλλῳ μὴ φιλέοντι ϑεόν.
Ἄλλο δὲ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇι
πότμ 'ἀγαθῶν ἔξεις μηκέτ ἔπειτα ῥέθη.
Πῶς ἔτι γὰρ μὲν σεῦ τολμᾷ νόος ἄνδρας ἀλιτρούς
Τῇγ αὐτῇ μοίρᾳ εὐσεβέας τε ἔχειν.
Ὦ μοι ἀναιδείην ἐπιειμέν', ἐκ ἠερόεντος
Σεῖο φάρογτος ἐῶ τέκνα ϑεοῖο φίλα.
Εὐσεβέων τότε ἦτορ ἀγάλλεται, ὁππότ 'ἀκούσει
Χριστοῦ φθεγτομένου ἱμερόεσσαν ὄπα.
Χαίρετε[7]Χαίρετε ἐκλεκτοίμ ου, κοῦραι ἅμ 'ἠδὲ καὶ ἅνδρες,
ἄλλοτε οὓς μέλανος κῆρες ἕλον ϑανάτου.
Ἄσσον ἴτ' οὔτι μοι ὔμμες ἐπαίτιοι, ἀλλὰ ὄλεθρος,
ὅς χ'ὑμᾶς δνοφεροῖς ἀμφεκάλυψε δόμοις.
Εἰς δὲ μέσον φωνήσειὁμῶς ἑνὶ καὶ σὺν ἅπασιν,
ἡ φωνὴ ἐχϑροῖς ἐχϑρὰ φίλοισι φίλη.
Ἀνδρῶν λῆψαι ἕκαστος, ὅπως ἀντάξιόν ἐστι.
Χάρμ 'ἀγαθοὶ ζωῆς πλῆγμ' αἴδαο κακοί.
Δειλοὶ ἴθ 'ἱβρισταὶ σκότιοι ἐς πυθμένα λίμνης,
ὄφρα ἔχῃ ὔμμας τάρταρος ἠερόεις.
ᾧδε σὺ, ὦ ϑάνατε βληθήσῃ εἰς δνοφερὸν δῶ
τοῦ αἴδου κρυεροῦ, ἄλγεα λυγρὰ πατεῖν.
Καὶ μετά σου, σφετέραις οἲ ἀτασϑαλίῃσιν ὄλοντο:
Φῦλ' ἀγαθῶν ἐπὶ γῆς οἳ φεβέεσκον ἀεὶ,
Εἶτα ἐς εὐρώεντα δόμον στυγεροῦ αἴδαο
Βήσονται, παῦσις μηκέτι ἔνθα γίων.
Εὐσεβέες δὲ καθέξους αἰγλήεντα ὄλυμπον,
Χάρματα πολλὰ φέρειν, γήδεα πολλὰ φέρειν.
Τοὔνεκα, Ρειβνίτιος, πολὺ χάρματα χαῖρε ἀπήμων,
οὐρανίοισι φίλος γήθεα γῆθε ἀεὶ.
Σῶμα τὸ σῆμ'ἔχῃ ἡσυχίῃ, ψυχὴ δὲ γένοιτο
Θάλλος καὶ αὐγὴ ἐν μακάροισι ϑεοῦ.